Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἠμῶν ὁ κρατῶν καὶ κυβερνῶν τὰ πάντα, Ἅγιος καὶ δεδοξασμένος ὑπάρχεις. Διὸ Βασιλεῦ τῶν Βασιλευόντων καὶ Κύριε τῶν Κυριευόντων δόξα σοι. Ὁ καθήμενος ἐν τῷ φωτὶ τῷ ἀπείρῳ καὶ ἀπροσίτῳ βροτοῖς, ὅπερ εἶδον δυνάμεις χιλιάδες καὶ μυριάδες Ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων. Σὺ γιγνώσκεις τὰ κρύφια τοῦ ταπεινοῦ δούλου σου Κυπριανοῦ.
Ὅτι οὐκ ἐγίγνωσκον πρότερον τὰ σὰ θαυμάσια Κύριε παντοδύναμε. Σὺ εἰ μόνος Κύριος Ἰησοῦς Χριστὸς ὁ Θεὸς ἠμῶν. Ὁ εὐδοκήσας ἐξ ἀναξίου γενέσθαι μὲ ἄξιον καὶ συζησάμενος τῷ ἐν σοὶ πόθῳ καὶ ἀγάπῃ πρὸς ἀκοὴν τῶν Ἁγίων σου Ἀποστόλων καὶ Ἱερομαρτύρων καὶ πάντων σου τῶν Ἁγίων. Παρακαλῶ δὲ τὴν σὴν φιλανθρωπίαν, ἵνα ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερπερισσεύῃ ἡ χάρις σου Κύριε.
Ἄρτι δὲ Κύριε ὁ Θεὸς ἠμῶν ἱκετεύω σε καὶ παρακαλῶ, ἵνα διὰ τῆς ἐμῆς προσευχῆς ἐνώπιόν Σου Θεὲ καὶ Κύριε τοῦ Ἐλέους ὡς Θυσία εὐπρόσδεκτος γενέσθω σοι. Καὶ πᾶς ἄνθρωπος ἔχων πνεῦμα πονηρίας καθαρισθῇ ὅλως. Παρευθὺς ὅπου ἀναγνωσθῇ ἡ παροῦσα ἱκετήριος δέησις καὶ προσευχή μου ἐνώπιον τῆς Σῆς χάριτος, ἐλευθερωθῇ πᾶς ὁ κόσμος καὶ τόπος ἐκ πάσης ὀργῆς τε καὶ ἀσθενείας καὶ ἐκ παντὸς δεσμοῦ καὶ μαγείας καὶ πάσης φαρμακείας καὶ γοητείας, πάσης βασκανίας καὶ καταλαλιᾶς. Καὶ ἔστω λελυμένος καὶ λελυτρωμένος ἐν τῷ ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Εὐθέως ἀναχωρήσατε ἀπό τοῦ δούλου τοῦ Θεοῦ (…) πᾶσα ἡ ἐπήρεια τοῦ πονηροῦ, ἐπὶ τῇ ἐπικλήσει τοῦ Παναγίου σου ὀνόματος τοῦ Πατρὸς καὶ τοῦ μονογενοῦς Υἱοῦ καὶ τοῦ Ἀγαθοῦ καὶ Ζωοποιοῦ Πνεύματος καὶ διὰ τῆς προσευχῆς ἐμοῦ τοῦ ταπεινοῦ καὶ εὐλαβοῦς δούλου σου Κυπριανοῦ· φεύξονται οἱ δαίμονες, δραπετευθήσονται καὶ καταργηθήσονται αἱ πονηρίαι αὐτῶν. Καὶ τὰ νέφη δώσωσιν ὑετὸν ἐπὶ πᾶσαν τὴν γῆν, καὶ ἡ γῆ δώσῃ τὰ γενήματα αὐτῆς εἰς τὸν καιρὸν αὐτῶν, καὶ τὰ δένδρα καρποφορήσωσι, καὶ οἱ ἀμπελῶνες εὐφορήσωσι πλῆθος βοτρύων.
Συντριβήτωσαν τῇ δυνάμει τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ πᾶσαι αἱ ἐναντίαι δυνάμεις, ἀναχωρησάτωσαν τὰ τῆς μαγείας ἔργα καὶ ἀπομακρυνθήτωσαν ἀπὸ τὸν δοῦλον τοῦ Θεοῦ (…) Πρεσβείαις τῶν μαρτύρων καὶ πάντων τῶν Ἁγίων σου. Ἀμήν.
Δεόμεθά σου καὶ παρακαλοῦμέν σε Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἠμῶν, ἵνα ἐλευθερώσῃς καὶ ζωώσῃς πᾶσαν ψυχὴν πεπεδημένην, καὶ τὸν δοῦλον σου (…) σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ὁμοίως καὶ τοὺς γράφοντας καὶ ἔχοντας ἐν τῷ οἴκῳ αὐτῶν τὴν προσευχήν μου αὐτήν, καὶ τοὺς βαστάζοντας αὐτὴν ὡς φυλακτήριον αἰώνιον· καὶ ἡ δεξιά σου Κύριε εἴη αὐτοῖς σκέπη καὶ βοήθεια, καὶ ἔστω διὰ παντὸς ἐν τῷ οἴκῳ αὐτῶν χαρὰ καὶ ἀγαλλίασις. Διὰ τὸ ὄνομά Σου τὸ Ἅγιον καὶ δεδοξασμένον εἰς τοὺς Αἰῶνας. Ἀμήν.
— Ἀπόσπασμα τῆς Εὐχῆς· τὸ πλῆρες κείμενο καὶ ἡ Ἱερὰ Παράκλησις στὸ PDF παρακάτω —